Mimnermo, ἡμεῖς δ', οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη
2.1 ἡμεῖς δ' , οἷά τε φύλλα φύει πολυάνθεμος ὥρη < ἔα > ρος , ὅτ' αἶψ' αὐγῆις αὔξεται ἠελίου , τοῖς ἴκελοι πήχυιον ἐπὶ χρόνον ἄνθεσιν ἥβης τερπόμεθα , πρὸς θ < εῶ > ν εἰδότες οὔτε κακὸν 2.5 οὔτ' ἀγαθόν · Κῆρες δὲ παρεστήκασι μέλαιναι , ἡ μὲν ἔχουσα τέλος γήραος ἀργαλέου , ἡ δ' ἑτέρη θανάτοιο · μίνυνθα δὲ γίνεται ἥβης καρπός , ὅσον τ' ἐπὶ γῆν κίδναται ἠέλιος. αὐτὰρ ἐπὴν δὴ τοῦτο τέλος παραμείψεται ὥρης , 2.10 αὐτίκα δὴ τεθνάναι βέλτιον ἢ βίοτος · πολλὰ γὰρ ἐν θυμῶι κακὰ γίνεται · ἄλλοτε οἶκος τρυχοῦται , πενίης δ' ἔργ' ὀδυνηρὰ πέλει · ἄλλος δ' αὖ παίδων ἐπιδεύεται , ὧν τε μάλιστα ἱμείρων κατὰ γῆς ἔρχεται εἰς Ἀΐδην · 2.15 ἄλλος νοῦσον ἔχει θυμοφθόρον · οὐδέ τίς ἐστιν ἀνθρώπων ὧι Ζεὺς μὴ κακὰ πολλὰ διδοῖ. Come le foglie che fa germogliare la stagione di primavera ricca di fiori, appena cominciano a crescere ai r...